Κυριακὴ τῆς Ἀπόκρεω: Ἅγιος Ἰωάννης ὁ Χρυσόστομος- Ὑπόμνημα εἰς τόν Ἅγιον Εὐαγγελιστὴν Ματθαῖο, ὁμιλία ΟΘ΄
05 Μαρτίου 2016
α΄. Τῆς περικοῆς ταύτης τῆς ἡδίστης, ἥν συνεχῶς στρέφοντες οὐ διαλιμπάνομεν, ἀκούσωμεν νῦν μετὰ σπουδῆς καὶ κατανύξεως πάσης, εἰς ἥν καὶ ἐσχάτην ὁ λόγος ἐτελεύτησεν· εἰκότως. Καὶ γὰρ πολὺς αὐτῷ φιλανθρωπίας καὶ ἐλεημοσύνης ὁ λόγος. Διὸ καὶ ἐν τοῖς ἔμπροσθεν ὑπὲρ ταύτης διλέχθη...

