Ἅγιος Γρηγόριος ὁ Θεολόγος: Εἰς τὸ ῥητὸν τοῦ Εὐαγγελίου· Ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους, καὶ τὰ ἑξῆς. (Λόγος λζ΄)
12 Ιουνίου 2024
Ὁ τοὺς ἁλιεῖς προελόμενος Ἰησοῦς, καὶ αὐτὸς σαγηνεύει, καὶ τόπους ἐκ τόπων ἀμείβει. Τίνος ἕνεκεν; Οὐ μόνον ἵνα κερδάνῃ πλείονας τῶν φιλοθέων διὰ τῆς ἐπιφοιτήσεως, ἀλλ᾿ ἔμοιγε δοκεῖ, ἵνα καὶ τόπους ἁγιάσῃ πλείονας. Γίνεται τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, ἵνα Ἰουδαίους κερδάνῃ· τοῖς ὑπὸ νόμον, ὡς ὑπὸ...

